Matthew 3:9

9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

John 8:33-41

33ἀπεκρίθησαν
 πρὸς αὐτόν = WH Treg NA/NIV: || αὐτῷ = RP
πρὸς αὐτόν ⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;

34Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35 δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα·
 ὁ = WH Treg RP NA: || ὁ δὲ = NIV
υἱὸς μένει εἰς τὸν αἰῶνα.
36ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38
 ἃ ἐγὼ = WH Treg NA/NIV: || Ἐγὼ ὃ = RP
ἐγὼ ⸃ ἑώρακα παρὰ τῷ
 πατρὶ = WH Treg NA/NIV: || πατρὶ μου = RP
πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν
 ἃ ἠκούσατε = WH Treg NA/NIV: || ὃ ἑωράκατε = RP
ἠκούσατε ⸃ παρὰ
 τοῦ πατρὸς = WH Treg NA: || τοῦ πατρὸς ὑμῶν = NIV; || τῷ πατρὶ ὑμῶν = RP
τοῦ πατρὸς ⸃ ποιεῖτε.

39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ
 ἐστε = WH Treg NA: || ἦτε = NIV RP
ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ
 ἐποιεῖτε = Treg NA/NIV RP: || ποιεῖτε = WH
ἐποιεῖτε·
40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.
 εἶπαν = WH Treg NIV: || εἶπαν οὖν = RP NA
εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας
 οὐ γεγεννήμεθα = NA/NIV RP: || οὐκ ἐγεννήθημεν = WH Treg
οὐ γεγεννήμεθα ⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν.

Romans 9:7-9

7οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ᾽· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· 9ἐπαγγελίας γὰρ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
Copyright information for SBLG